Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 2

Φύλαξ
κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.
 
χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι 415
 
μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
 
καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς
 
τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
 
πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
 
ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας 420
 
αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.
 
καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
 
ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
 
ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς
 
εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. 425
 
οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
 
γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς
 
ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
 
καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
 
ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου 430
 
χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
 
χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
 
θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
 
καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
 
πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο, 435
 
ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
 
τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
 
ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
 
ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν
 
ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. 440
Κρέων
σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
 
φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;
Ἀντιγόνη
καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
← Önceki Epeisodion 2 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme