Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 2

Ἀντιγόνη
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
 
λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. 505
 
ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ
 
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.
Κρέων
σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνη
ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
Κρέων
σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; 510
Ἀντιγόνη
οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρέων
οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
Ἀντιγόνη
ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
Κρέων
πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
Ἀντιγόνη
οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς. 515
Κρέων
εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
Ἀντιγόνη
οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.
Κρέων
πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.
Ἀντιγόνη
ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
Κρέων
ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. 520
Ἀντιγόνη
τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
Κρέων
οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.
Ἀντιγόνη
οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
Κρέων
κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει
 
κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. 525
← Önceki Epeisodion 2 · 5 / 5 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme