Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 3

Κρέων
ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ
 
χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
 
ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται
 
ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
 
οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. 665
 
ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
 
καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
 
καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
 
καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,
 
δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον 670
 
μένειν δίκαιον κἀγαθὸν παραστάτην.
 
ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
 
αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους
 
οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
 
τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων 675
 
σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.
 
οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,
 
κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
 
κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
 
κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν. 680
Χορός
ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
 
λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
Αἵμων
πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
 
πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.
 
ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, 685
 
οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.
 
γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.
 
σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
 
λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
 
τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ 690
← Önceki Epeisodion 3 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme