Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Epeisodion 6

Τεῦκρος
τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
 
ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
 
τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
 
δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς. 1020
 
τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοι
 
πολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα.
 
καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
 
οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ·
 
τοῦδʼ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφʼ οὗ 1025
 
φονέως ἄρʼ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ
 
ἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
 
σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
 
Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα,
 
ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων 1030
 
ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον·
 
οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχων
 
πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι.
 
ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσεν ξίφος
 
κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος; 1035
 
ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ
 
φάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
 
ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα,
 
κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
Χορός
μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳ 1040
 
φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.
 
βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖς
 
γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ.
Τεῦκρος
τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ;
Χορός
Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν. 1045
Τεῦκρος
ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
← Önceki Epeisodion 6 · 3 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme