Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Epeisodion 6

Μενέλαος
οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
 
μὴ συγκομίζειν, ἀλλʼ ἐᾶν ὅπως ἔχει.
Τεῦκρος
τίνος χάριν τοσόνδʼ ἀνήλωσας λόγον;
Μενέλαος
δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ. 1050
Τεῦκρος
οὔκουν ἂν εἴποις ἥντινʼ αἰτίαν προθείς;
Μενέλαος
ὁθούνεκʼ αὐτὸν ἐλπίσαντες οἴκοθεν
 
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
 
ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·
 
ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον 1055
 
νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει·
 
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
 
ἡμεῖς μὲν ἂν τήνδʼ ἣν ὅδʼ εἴληχεν τύχην
 
θανόντες ἂν προυκείμεθʼ αἰσχίστῳ μόρῳ,
 
οὗτος δʼ ἂν ἔζη. νῦν δʼ ἐνήλλαξεν θεὸς 1060
 
τὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
 
ὧν εἵνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένων
 
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
 
ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
 
ὄρνισι φορβὴ παραλίοις γενήσεται. 1065
 
πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
 
εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν,
 
πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς,
 
χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθʼ ὅπου
 
λόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν. 1070
 
καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
 
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
 
οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς
 
φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
 
οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι, 1075
 
μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων.
← Önceki Epeisodion 6 · 4 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme