Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Eksodos

Τεῦκρος
καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
 
Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον·
 
δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα. 1225
Ἀγαμέμνων
σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοι
 
τλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτὶ χανεῖν;
 
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,
 
ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
 
ὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις, 1230
 
ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
 
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
 
ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω
 
ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.
 
ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά; 1235
 
ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα;
 
ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
 
οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
 
πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
 
ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε, 1240
 
εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί,
 
κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις
 
εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
 
ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
 
ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι. 1245
 
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
 
κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου,
 
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
 
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
 
ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς 1250
 
οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
 
ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
← Önceki bölüm Eksodos · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme