Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Eksodos

Ἀγαμέμνων
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
 
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
 
καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον 1255
 
ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσει τινά·
 
ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς,
 
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
 
οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
 
ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον, 1260
 
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
 
σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ·
 
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
Χορός
εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
 
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι. 1265
Τεῦκρος
φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
 
χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται,
 
εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρῶν λόγων,
 
Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
 
τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει. 1270
 
ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα.
 
ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη,
 
οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα
 
ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
 
ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς 1275
 
ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
 
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
 
πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
 
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
 
τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε, 1280
 
ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
 
ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα;
← Önceki Eksodos · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme