Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Prologos

Οἰδίπους
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
Κρέων
λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
 
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
Οἰδίπους
πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
 
ἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη; 125
Κρέων
δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότος
 
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
Οἰδίπους
κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
 
οὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι;
Κρέων
ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν 130
 
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
Οἰδίπους
ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ·
 
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ
 
πρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν·
 
ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον 135
 
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα.
 
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
 
ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος.
 
ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂν
 
κἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι. 140
 
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
 
ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
 
ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους,
 
ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω,
 
ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς 145
 
σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες.
Ἱερεύς
ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
 
καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται.
 
Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα
 
σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος. 150
← Önceki Prologos · 5 / 5 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme