Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 5

Ἄγγελος
λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον; 1140
Θεράπων
λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
Ἄγγελος
φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα
 
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
Θεράπων
τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
Ἄγγελος
ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος. 1145
Θεράπων
οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;
Οἰδίπους
ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ
 
δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη.
Θεράπων
τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;
Οἰδίπους
οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ. 1150
Θεράπων
λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ.
Οἰδίπους
σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς.
Θεράπων
μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ.
Οἰδίπους
οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας;
Θεράπων
δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; 1155
Οἰδίπους
τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ;
Θεράπων
ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ.
Οἰδίπους
ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον.
Θεράπων
πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
Οἰδίπους
ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. 1160
Θεράπων
οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι.
Οἰδίπους
πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός;
Θεράπων
ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του.
Οἰδίπους
τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
Θεράπων
μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον. 1165
Οἰδίπους
ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν.
Θεράπων
τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.
Οἰδίπους
ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;
Θεράπων
οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν.
← Önceki Epeisodion 5 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme