Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 6

Ἐξάγγελος
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
 
ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.
 
φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, 1255
 
γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου
 
κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
 
λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις·
 
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
 
δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος 1260
 
πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων
 
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
 
οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,
 
πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.
 
ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας 1265
 
χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ
 
ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.
 
ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
 
περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο,
 
ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, 1270
 
αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν
 
οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά,
 
ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
 
ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.
 
τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ 1275
 
ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ
 
γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν
 
φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας
 
ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.
 
τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,
 
ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά. 1280
 
ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν
← Önceki Epeisodion 6 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme