Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Eksodos

Χορός
οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·
 
κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός.
Οἰδίπους
ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα,
 
μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι. 1370
 
ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων
 
πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
 
οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν
 
ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.
 
ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος, 1375
 
βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
 
οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
 
οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων
 
ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
 
κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς 1380
 
ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων
 
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
 
φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου.
 
τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
 
ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; 1385
 
ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν
 
πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
 
τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
 
ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ
 
τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. 1390
 
ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν
 
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
 
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
 
ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
 
λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με 1395
 
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·
← Önceki bölüm Eksodos · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme