Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Eksodos

Οἰδίπους
θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.
 
ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·
 
παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
 
προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ 1460
 
σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·
 
ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,
 
αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
 
τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ
 
ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην· 1465
 
αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν
 
ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.
 
ἴθʼ ὦναξ,
 
ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν
 
δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον. 1470
 
τί φημί;
 
οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
 
δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων
 
ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;
 
λέγω τι; 1475
Κρέων
λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε,
 
γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.
Οἰδίπους
ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ
 
δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.
 
ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε 1480
 
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
 
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν
 
τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·
 
ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν
 
πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. 1485
 
καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·
← Önceki Eksodos · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme