Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 2

Κρέων
ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος
 
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
 
πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς 515
 
ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι
 
λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον,
 
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
 
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
 
ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, 520
 
ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
 
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
Χορός
ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν
 
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
Κρέων
τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι 525
 
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
Χορός
ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.
Κρέων
ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
 
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
Χορός
οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ. 530
 
αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.
Οἰδίπους
οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις
 
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
 
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
 
λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; 535
 
φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
 
ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;
 
ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
 
δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
 
ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, 540
 
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
 
θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται;
← Önceki bölüm Epeisodion 2 · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme