Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 3

Οἰδίπους
ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς. 820
 
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
 
χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;
 
ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
 
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
 
μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ 825
 
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
 
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
 
ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
 
κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;
 
μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας, 830
 
ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν
 
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν
 
κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Χορός
ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν
 
πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα. 835
Οἰδίπους
καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος,
 
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
Ἰοκάστη
πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία;
Οἰδίπους
ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων
 
σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος. 840
Ἰοκάστη
ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
Οἰδίπους
λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
 
ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
 
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον·
 
οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· 845
 
εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς
 
τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ἰοκάστη
ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο,
 
κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν·
← Önceki Epeisodion 3 · 5 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme