Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 4

Οἰδίπους
πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Ἄγγελος
τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ,
 
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
Οἰδίπους
καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.
Ἄγγελος
καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως 1005
 
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
Οἰδίπους
ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.
Ἄγγελος
ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Οἰδίπους
πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.
Ἄγγελος
εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν. 1010
Οἰδίπους
ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Ἄγγελος
ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
Οἰδίπους
τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ.
Ἄγγελος
ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
Οἰδίπους
πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν; 1015
Ἄγγελος
ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Οἰδίπους
πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Ἄγγελος
οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον.
Οἰδίπους
καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
Ἄγγελος
ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ. 1020
Οἰδίπους
ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο;
Ἄγγελος
δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
Οἰδίπους
κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα;
Ἄγγελος
ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία.
Οἰδίπους
σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως; 1025
Ἄγγελος
εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
Οἰδίπους
ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
Ἄγγελος
ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν.
Οἰδίπους
ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
Ἄγγελος
σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ. 1030
← Önceki Epeisodion 4 · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme