Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 4

Ἰοκάστη
κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ.
Οἰδίπους
θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ
 
μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
Ἰοκάστη
ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
Οἰδίπους
οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς. 1065
Ἰοκάστη
καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω.
Οἰδίπους
τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι.
Ἰοκάστη
ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ.
Οἰδίπους
ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
 
ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει. 1070
Ἰοκάστη
ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω
 
μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον.
Χορός
τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας
 
ᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπως
 
μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά. 1075
Οἰδίπους
ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ,
 
κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι.
 
αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
 
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
 
ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων 1080
 
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
 
τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
 
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
 
τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι
 
ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος. 1085
← Önceki Epeisodion 4 · 6 / 6 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme