Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 5

Ἠλέκτρα
ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,
 
ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη
 
οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς 1320
 
ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.
Ὀρέστης
σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
Ἠλέκτρα
εἴσιτʼ, ὦ ξένοι,
 
ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις
 
δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών. 1325
Παιδαγωγός
ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
 
πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι
 
ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,
 
ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς
 
τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε; 1330
 
ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼ
 
πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις
 
τὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·
 
νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.
 
καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων 1335
 
καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς
 
εἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸν
 
ἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή.
Ὀρέστης
πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
Παιδαγωγός
καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα. 1340
Ὀρέστης
ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
Παιδαγωγός
εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.
Ὀρέστης
χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;
Παιδαγωγός
τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,
 
καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς. 1345
Ἠλέκτρα
τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον.
Ὀρέστης
οὐχὶ ξυνίης;
← Önceki Epeisodion 5 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme