Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Eksodos

Αἴγισθος
ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας. 1500
Ὀρέστης
πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται.
 
ἀλλʼ ἕρφʼ.
Αἴγισθος
ὑφηγοῦ.
Ὀρέστης
σοὶ βαδιστέον πάρος.
Αἴγισθος
ἦ μὴ φύγω σε;
Ὀρέστης
μὴ μὲν οὖν καθʼ ἡδονὴν
 
θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.
 
χρῆν δʼ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην, 1505
 
ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει,
 
κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.
← Önceki Eksodos · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme