Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Parodos

[Episode]
ὦ φάος ἁγνὸν
Ἠλέκτρα
καὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοι
 
πολλὰς μὲν θρήνων ᾠδάς,
 
πολλὰς δʼ ἀντήρεις ᾔσθου
 
στέρνων πληγὰς αἱμασσομένων, 90
 
ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
 
τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
 
ξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,
 
ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
 
πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν 95
 
φοίνιος Ἄρης οὐκ ἐξένισεν,
 
μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς
 
Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι
 
σχίζουσι κάρα φονίῳ πελέκει,
 
κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλλης 100
 
ἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
 
αἰκῶς οἰκτρῶς τε θανόντος.
 
ἀλλʼ οὐ μὲν δὴ
 
λήξω θρήνων στυγερῶν τε γόων,
 
ἔστʼ ἂν παμφεγγεῖς ἄστρων 105
 
ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,
 
μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼν
 
ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
 
πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
 
ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης, 110
 
ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ
 
σεμναί τε θεῶν παῖδες Ἐρινύες,
 
αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,
 
αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
 
ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς 115
← Önceki bölüm Parodos · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme