Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Parodos

[Choral 1]
ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
Ἠλέκτρα
ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν, 150
 
ἅτʼ ἐν τάφῳ πετραίῳ
 
αἰεὶ δακρύεις.
[Choral 2]
οὔτοι σοὶ μούνᾳ, τέκνον,
Χορός
ἄχος ἐφάνη βροτῶν, 155
 
πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,
 
οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
 
οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,
 
κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,
 
ὄλβιος, ὃν ἁ κλεινὰ 160
 
γᾶ ποτε Μυκηναίων
 
δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
 
βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
Ἠλέκτρα
ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,
 
τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ, 165
 
δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
 
οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται
 
ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ
 
ἔρχεται ἀγγελίας ἀπατώμενον; 170
 
ἀεὶ μὲν γὰρ ποθεῖ,
 
ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.
Χορός
θάρσει μοι, θάρσει, τέκνον.
 
ἔτι μέγας οὐρανῷ 175
 
Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·
 
ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα
 
μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·
 
χρόνος γὰρ εὐμαρὴς θεός.
 
οὔτε γὰρ ὁ τὰν Κρῖσαν 180
 
βούνομον ἔχων ἀκτὰν
← Önceki Parodos · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme