Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 1

Χορός
ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα
 
καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
 
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
Ἠλέκτρα
αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
 
πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. 255
 
ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,
 
σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
 
πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;
 
ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ
 
θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ· 260
 
ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,
 
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
 
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
 
ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι
 
λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. 265
 
ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
 
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω
 
τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα
 
φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
 
σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν, 270
 
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
 
τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
 
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν
 
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
 
ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι 275
 
ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·
 
ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
 
εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
 
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
 
ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ 280
← Önceki bölüm Epeisodion 1 · 1 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme