Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Prologos

Νεοπτόλεμος
ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγειν 90
 
καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
 
ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
 
πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
 
προδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶς
 
δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. 95
Ὀδυσσεύς
ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
 
γλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν·
 
νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
 
τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην.
Νεοπτόλεμος
τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν; 100
Ὀδυσσεύς
λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
Νεοπτόλεμος
τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντʼ ἄγειν;
Ὀδυσσεύς
οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις.
Νεοπτόλεμος
οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
Ὀδυσσεύς
ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον. 105
Νεοπτόλεμος
οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ;
Ὀδυσσεύς
οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω.
Νεοπτόλεμος
οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;
Ὀδυσσεύς
οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
Νεοπτόλεμος
πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν; 110
Ὀδυσσεύς
ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
Νεοπτόλεμος
κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
Ὀδυσσεύς
αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
Νεοπτόλεμος
οὐκ ἆρʼ ὁ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ;
Ὀδυσσεύς
οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ. 115
Νεοπτόλεμος
θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει.
Ὀδυσσεύς
ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα.
Νεοπτόλεμος
ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
Ὀδυσσεύς
σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα.
← Önceki Prologos · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme