Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 1

Φιλοκτήτης
ὦ τέκνον, οὐ γὰρ οἶσθά μʼ ὅντινʼ εἰσορᾷς;
Νεοπτόλεμος
πῶς γὰρ κάτοιδʼ ὅν γʼ εἶδον οὐδεπώποτε; 250
Φιλοκτήτης
οὐδʼ ὄνομʼ ἄρʼ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος
 
ᾔσθου ποτʼ οὐδέν, οἷς ἐγὼ διωλλύμην;
Νεοπτόλεμος
ὡς μηδὲν εἰδότʼ ἴσθι μʼ ὧν ἀνιστορεῖς.
Φιλοκτήτης
ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,
 
οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδε 255
 
μηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
 
ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
 
γελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσος
 
ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
 
ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως, 260
 
ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
 
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
 
ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
 
δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ
 
ἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳ 265
 
νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
 
πληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι·
 
ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
 
ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας
 
Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. 270
 
τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου
 
εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
 
λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ
 
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
 
ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι. 275
 
σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς
 
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
 
ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;
← Önceki Epeisodion 1 · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme