Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 1

Φιλοκτήτης
προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·
 
ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει, 310
 
σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας
 
ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
 
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
 
τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία,
 
ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ 315
 
δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν.
Χορός
ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
 
ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτόλεμος
ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
 
ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν 320
 
ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας.
Φιλοκτήτης
ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
 
ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
Νεοπτόλεμος
θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
 
ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι 325
 
χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
Φιλοκτήτης
εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν
 
χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
Νεοπτόλεμος
ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ,
 
ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών. 330
 
ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν,
Φιλοκτήτης
οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
 
πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;
Νεοπτόλεμος
τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,
 
τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. 335
Φιλοκτήτης
ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·
 
ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
 
πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
← Önceki Epeisodion 1 · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme