Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 6

Οἰδίπους
ἀλλʼ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος 1530
 
τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ
 
σήμαινʼ, ὁ δʼ αἰεὶ τὠπιόντι δεικνύτω.
 
χοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλιν
 
σπαρτῶν ἀπʼ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,
 
κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν. 1535
 
θεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταν
 
τὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·
 
ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.
 
τὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν.
 
χῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν, 1540
 
στείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα.
 
ὦ παῖδες, ὧδʼ ἕπεσθʼ· ἐγὼ γὰρ ἡγεμὼν
 
σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.
 
χωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ με
 
αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα 1545
 
μοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.
 
τῇδʼ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μʼ ἄγει
 
Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.
 
ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν,
 
νῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας. 1550
 
ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον
 
κρύψων παρʼ Ἅιδην. ἀλλά, φίλτατε ξένων,
 
αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ
 
εὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ
 
μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί. 1555
← Önceki Epeisodion 6 · 2 / 2 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme