Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 3

Κρέων
τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι
 
οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
 
ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.
 
ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον
 
κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι 945
 
ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
 
τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
 
ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ
 
τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·
 
ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν. 950
 
καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
 
αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·
 
ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.
 
θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν
 
θανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται. 955
 
πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ
 
ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω,
 
σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,
 
καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.
Οἰδίπους
ὦ λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς, 960
 
πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
 
ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
 
τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
 
ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,
 
τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. 965
 
ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ
 
ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου
 
τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.
 
ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
 
χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν, 970
← Önceki Epeisodion 3 · 9 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme