Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Eksodos

Ἰάσων
γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,
 
ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη
 
Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ; 1295
 
δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,
 
ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,
 
εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
 
πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς
 
ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων; 1300
 
ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·
 
κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
 
ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
 
μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
 
μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον. 1305
Χορός
ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
 
Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
Ἰάσων
τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
Χορός
παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ἰάσων
οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι. 1310
Χορός
ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.
Ἰάσων
ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;
Χορός
πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
Ἰάσων
χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
 
ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν, 1315
 
τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.
Μήδεια
τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
 
νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
 
παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
 
λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ. 1320
 
τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ
 
δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
← Önceki bölüm Eksodos · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme