Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Parodos

[Choral]
ὀχυρῶς γ’ εἴη καταγηράσκειν.
Τροφός
τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν 125
 
τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ
 
λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’
 
οὐδένα καιρὸν δύναται θνητοῖς·
 
μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ
 
δαίμων οἴκοις, ἀπέδωκεν. 130
Χορός
ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
 
τᾶς δυστάνου Κολχίδος, οὐδέ πω
 
ἤπιος· ἀλλ’ ὦ γηραιά,
 
λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
 
ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν 135
 
δώματος· ἐπεί μοι φίλον κέκρανται.
Τροφός
οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.
 
τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων, 140
 
ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν
 
δέσποινα, φίλων οὐδενὸς οὐδὲν
 
παραθαλπομένα φρένα μύθοις.
Μήδεια
αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
 
διά μου κεφαλᾶς φλὸξ οὐρανία
 
βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος; 145
 
φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
 
βιοτὰν στυγερὰν προλιποῦσα.
[Choral 1]
—ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς·
Χορός
ἀχὰν οἵαν ἁ δύστανος
 
μέλπει νύμφα; 150
 
—τίς σοί ποτε τᾶς ἀπλάτου
 
κοίτας ἔρος, ὦ ματαία;
 
σπεύσει θανάτου τελευτά·
 
μηδὲν τόδε λίσσου.
← Önceki Parodos · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme