Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Stasimon 1

[Episode]
καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
Μήδεια
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
 
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
 
οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,
 
ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ, 390
 
δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
 
ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,
 
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
 
κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.
 
οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω 395
 
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
 
Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
 
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
 
πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
 
πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. 400
 
ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,
 
Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·
 
ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
 
ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν
 
τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις, 405
 
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
 
ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
 
γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,
 
κακῶν δὲ πάντων τέκτονες σοφώταται.
[Choral 1]
ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί, 410
Χορός
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.
 
ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’
 
οὐκέτι πίστις ἄραρε·
 
τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι· 415
 
ἔρχεται τιμὰ γυναικείῳ γένει·
← Önceki Stasimon 1 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme