Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 3

Αἰγεύς
Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
 
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μήδεια
ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος, 665
 
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
Αἰγεύς
Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μήδεια
τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αἰγεύς
παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
Μήδεια
πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον; 670
Αἰγεύς
ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μήδεια
δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
Αἰγεύς
οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μήδεια
τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αἰγεύς
σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη. 675
Μήδεια
θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αἰγεύς
μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μήδεια
τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αἰγεύς
ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
Μήδεια
πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα; 680
Αἰγεύς
πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μήδεια
σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
Αἰγεύς
Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . .
Μήδεια
παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
Αἰγεύς
τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω. 685
Μήδεια
σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
Αἰγεύς
κἀμοί γε πάντων φίλτατος δορυξένων.
Μήδεια
ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
Αἰγεύς
τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
Μήδεια
Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις. 690
Αἰγεύς
τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μήδεια
ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
← Önceki bölüm Epeisodion 3 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme