Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 6

[Episode]
ό ό ό, ά ά ά· 825
Χορός
ὅδε μάρπτις νάιος γάιος.
 
τῶν πρό, μάρπτι, κάμνοις·
 
ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ
 
δυϊαν βοᾶν ἀμφαίνω.
 
ὁρῶ τάδε φροίμια πράξαν πόνων 830
 
βιαίων ἐμῶν. ἠὲ ἠέ.
 
βαῖνε φυγᾷ πρὸς ἀλκάν·
 
βλοσυρόφρονα χλιδᾷ
 
δύσφορα ναῒ κἀν γᾷ.
 
γαϊάναξ προτάσσου. 835
 
σοῦσθε σοῦσθʼ ἐπὶ βᾶ-
 
ριν ὅπως ποδῶν ἔχετε
 
οὐκοῦν οὐκοῦν
 
τιλμοὶ τιλμοὶ καὶ στιγμοί,
 
πολυαίμων φόνιος 840
 
ἀποκοπὰ κρατός.
 
σοῦσθε σοῦσθʼ ὀλύμεναι ὀλόμενʼ ἐπαμίδα.
[Choral 1]
εἴθʼ ἀνὰ πολύρυτον
 
ἁλμήεντα πόρον
 
δεσποσίῳ ξὺν ὕβρει, 845
 
γομφοδέτῳ τε δόρει διώλου.
 
αἵμονες ὡς ἐπάμιδα
 
ησυδουπιάπιτα
 
κελεύω βοᾶν μεθέσθαι
 
ἴχαρ φρενί τʼ ἄταν. 850
 
ἰοὺ ἰού.
 
λεῖφʼ ἕδρανα, κίʼ ἐς δόρυ.
 
ἀτίετον ἄπολιν οὐ σέβω.
 
μήποτε πάλιν ἴδοιμʼ
← Önceki bölüm Stasimon 6 · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme