Eksodos
Κῆρυξ
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορός
διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν—
Κῆρυξ
πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα
905
ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν.
ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης,
ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων.
910
Βασιλεύς
οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα;
ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν·
καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
915
Κῆρυξ
τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ;
Βασιλεύς
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κῆρυξ
πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω.
Βασιλεύς
ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κῆρυξ
Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
920
Βασιλεύς
θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
Κῆρυξ
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλεύς
οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
Κῆρυξ
ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.
Βασιλεύς
κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.
925
Κῆρυξ
ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον.
Βασιλεύς
οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ
λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς
ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι.
Κῆρυξ
ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
930
καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς
ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς