Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Eksodos

Κῆρυξ
ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
 
οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
 
Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ 935
 
ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος
 
πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
 
τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν
 
εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
 
ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν 940
 
ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
 
τοία δὲ δημόπρακτος ἐκ πόλεως μία
 
ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ
 
στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς
 
γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. 945
 
ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
 
οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
 
σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου
 
γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.
 
ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον. 950
 
εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
 
ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
 
εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
 
ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
 
θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν, 955
 
πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
 
καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
 
δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.
 
ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους
 
πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις, 960
 
πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
 
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
← Önceki Eksodos · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme