Epeisodion 1
Βασιλεύς
πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
235
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
240
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλʼ ἔτʼ εἰκάσαι δίκαιον ἦν,
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
245
Χορός
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
ἢ ῥήτορʼ ἱεροράβδον, ἢ πόλεως ἀγόν;
Βασιλεύς
πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί.
τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος
250
ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧς διʼ ἁγνὸς ἔρχεται
Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
255
ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα. συντέμνει δʼ ὅρος
ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
260
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,