Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Epeisodion 2

Βασιλεύς
καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται.
 
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
 
πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος 440
 
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
 
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
 
καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
 
ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου
 
γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν· 445
 
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
 
γένοιτο μύθου μῦθος ἂν θελκτήριος
 
ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.
 
ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,
 
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια 450
 
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
 
ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι
 
θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
 
εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν.
Χορός
πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων. 455
Βασιλεύς
ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
Χορός
ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
Βασιλεύς
τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορός
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—
Βασιλεύς
λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ. 460
Χορός
εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ—
Βασιλεύς
τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς
αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.
Χορός
ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν. 465
Βασιλεύς
ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορός
ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
← Önceki bölüm Epeisodion 2 · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme