Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Prologos

Ἰόλαος
οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
 
ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν.
Κῆρυξ
βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;
Ἰόλαος
οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών.
Κῆρυξ
γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε. 65
Ἰόλαος
οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε.
Κῆρυξ
ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
 
ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως.
Ἰόλαος
ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
 
ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς 70
 
βιαζόμεσθα καὶ στέφη μιαίνεται —
 
πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.
← Önceki Prologos · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme