Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Eksodos

Ἐυρυσθεύς
τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
 
ἀλλʼ εἴτʼ ἔχρῃζον εἴτε μή — θεὸς γὰρ ἦν —
 
Ἥρα με κάμνειν τήνδʼ ἔθηκε τὴν νόσον. 990
 
ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμην
 
κἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος,
 
πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
 
καὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
 
ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς 995
 
ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
 
εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμως
 
ἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν
 
ἀκούσεται ’μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
 
κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄρα 1000
 
μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
 
ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον,
 
κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
 
τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ.
 
οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας 1005
 
ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
 
ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
 
εἴασας οἰκεῖν Ἄργος; οὔτινʼ ἂν πίθοις.
 
νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότε
 
πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις 1010
 
οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών·
 
πόλις τʼ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
 
μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
 
προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ
 
τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν. 1015
 
οὕτω γε μέντοι τἄμ’ ἔχεις· θανεῖν μὲν οὐ
 
χρῄζω, λιπὼν δʼ ἂν οὐδὲν ἀχθοίμην βίον.
← Önceki Eksodos · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme