Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Stasimon 3

[Choral 1]
νας εὐδαίμονα καὶ δορὸς 760
Χορός
πολυαίνετον ἀλκᾷ
 
μῆνιν ἐμᾷ χθονὶ κεύθειν·
 
κακὸν δʼ, ὦ πόλις, εἰ ξένους
 
ἱκτῆρας παραδώσομεν
 
κελεύμασιν Ἄργους. 765
 
Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-
 
μαι, Ζεύς μοι χάριν ἐνδίκως
 
ἔχει· οὔποτε θνατῶν
 
ἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται.
[Choral 2]
ἀλλʼ, ὦ πότνια — σὸν γὰρ οὖ- 770
Χορός
δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά-
 
τηρ δέσποινά τε καὶ φύλαξ —
 
πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως
 
τᾷδʼ ἐπάγοντα δορυσσοῦν
 
στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷ 775
 
δίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων.
 
ἐπεί σοι πολύθυτος ἀεὶ
 
τιμὰ κραίνεται, οὐδὲ λά-
 
θει μηνῶν φθινὰς ἁμέρα,
 
νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί. 780
 
ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳ
 
ὀλολύγματα παννυχίοις ὑπὸ παρ-
 
θένων ἰαχεῖ ποδῶν κρότοισιν.
← Önceki Stasimon 3 · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme