Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 4

Θεράπων
δέσποινα, μύθους σοί τε συντομωτάτους
 
κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω. 785
 
νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεται
 
παντευχίαν ἔχοντα πολεμίων σέθεν.
Ἀλκμήνη
ὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασεν
 
ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν.
 
μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς· 790
 
φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.
Θεράπων
ζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν.
Ἀλκμήνη
ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε;
Θεράπων
μάλιστα, πράξας δʼ ἐκ θεῶν κάλλιστα δή.
Ἀλκμήνη
τί δʼ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο; 795
Θεράπων
νέος μεθέστηκʼ ἐκ γέροντος αὖθις αὖ.
Ἀλκμήνη
θαυμάστʼ ἔλεξας· ἀλλά σʼ εὐτυχῆ φίλων
 
μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.
Θεράπων
εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.
 
ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν 800
 
κατὰ στόμʼ ἐκτείνοντες ἀντετάξαμεν,
 
ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
 
ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.
 
κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθεν
 
ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν 805
 
805
 
805
 
καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
 
ἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳ
 
μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
 
τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
 
τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες. 810
 
στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων
← Önceki bölüm Epeisodion 4 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme