Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 4

Θεράπων
ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.
 
κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
 
ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
 
Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον. 845
 
λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
 
πώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύων
 
λέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών.
 
Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
 
δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως, 850
 
ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν
 
νέος γενέσθαι κἀποτείσασθαι δίκην
 
ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.
 
δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖς
 
σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει· 855
 
σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροι
 
Ἥβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέων
 
βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
 
αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως
 
τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν, 860
 
δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
 
κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
 
τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ
 
βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
 
τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν 865
 
θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.
Χορός
ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
 
ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
Ἀλκμήνη
ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,
 
χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω· 870
 
καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ
← Önceki Epeisodion 4 · 3 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme