Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Stasimon 6

[Choral 1]
Μαριανδυνοῦ θρηνητῆρος
Χορός
πέμψω πέμψω,
 
πολύδακρυν ἰαχάν. 940
Ξέρξης
ἵετʼ αἰανῆ καὶ πάνδυρτον
 
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ
 
μετάτροπος ἐπʼ ἐμοί.
Χορός
ἥσω τοι τὰν πάνδυρτον,
 
σὰ πάθη τε σέβων 945
 
ἁλίτυπά τε βάρη,
 
πόλεως γέννας πενθητῆρος·
 
κλάγξω κλάγξω
 
δὲ γόον ἀρίδακρυν.
[Choral 2]
Ἰάνων γὰρ ἀπηύρα, 950
Ξέρξης
Ἰάνων ναύφρακτος
 
Ἄρης ἑτεραλκὴς
 
νυχίαν πλάκα κερσάμενος
 
δυσδαίμονά τʼ ἀκτάν.
Χορός
οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.— 955
 
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
 
ποῦ δέ σοι παραστάται,
 
οἷος ἦν Φαρανδάκης,
 
Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ-
 
γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ 960
 
Ἀγβάτανα λιπών;
Ξέρξης
ὀλοοὺς ἀπέλειπον
 
Τυρίας ἐκ ναὸς
 
ἔρροντας ἐπʼ ἀκταῖς
 
Σαλαμινιάσι στυφελοῦ 965
 
θείνοντας ἐπʼ ἀκτᾶς.
Χορός
οἰοιοῖ, βόα· ποῦ σοι Φαρνοῦχος
← Önceki Stasimon 6 · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme