Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Stasimon 6

[Choral 5]
πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ. 1030
Χορός
παπαῖ παπαῖ.
Ξέρξης
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
Χορός
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—
Ξέρξης
λυπρά, χάρματα δʼ ἐχθροῖς.
Χορός
καὶ σθένος γʼ ἐκολούσθη— 1035
Ξέρξης
γυμνός εἰμι προπομπῶν.
Χορός
φίλων ἄταισι ποντίαισιν·
[Choral 6]
δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι.
Χορός
αἰαῖ αἰαῖ, δύα δύα.
Ξέρξης
βόα νυν ἀντίδουπά μοι. 1040
Χορός
δόσιν κακὰν κακῶν κακοῖς.
Ξέρξης
ἴυζε μέλος ὁμοῦ τιθείς.
Χορός
ὀτοτοτοτοῖ.
 
βαρεῖά γʼ ἅδε συμφορά.
 
οἲ μάλα καὶ τόδʼ ἀλγῶ. 1045
Ξέρξης
ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν.
Χορός
διαίνομαι γοεδνὸς ὤν.
Ξέρξης
βόα νυν ἀντίδουπά μοι.
Χορός
μέλειν πάρεστι, δέσποτα.
Ξέρξης
ἐπορθίαζέ νυν γόοις. 1050
Χορός
ὀτοτοτοτοῖ.
 
μέλαινα δʼ ἀμμεμείξεται,
 
οἴ, στονόεσσα πλαγά.
[Choral 7]
καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον.
Χορός
ἄνιʼ ἄνια. 1055
Ξέρξης
καί μοι γενείου πέρθε λευκήρη τρίχα.
Χορός
ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.
Ξέρξης
ἀύτει δʼ ὀξύ.
Χορός
καὶ τάδʼ ἔρξω.
← Önceki Stasimon 6 · 5 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme