Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 2

Ἄτοσσα
ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον· 350
 
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
 
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
Ἄγγελος
ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
 
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
 
ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ 355
 
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
 
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
 
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
 
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
 
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. 360
 
ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
 
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
 
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
 
εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
 
λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, 365
 
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν
 
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
 
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ·
 
ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν,
 
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, 370
 
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
 
τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός·
 
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
 
οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
 
δεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρ 375
 
τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον.
 
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
 
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
 
ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης·
← Önceki Epeisodion 2 · 3 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme