Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Eksodos

Προμηθεύς
πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ἑρμῆς
ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται.
Προμηθεύς
ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆς
τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
 
πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν, 1000
Προμηθεύς
ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν.
 
εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸς
 
γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
 
καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
 
γυναικομίμοις ὑπτιάσμασιν χερῶν 1005
 
λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.
Ἑρμῆς
λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
 
τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς
 
ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
 
πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ. 1010
 
ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·
 
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
 
αὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
 
σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
 
οἷός σε χειμὼν καὶ κακῶν τρικυμία 1015
 
ἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα
 
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
 
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
 
τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.
 
μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου 1020
 
ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί
 
πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
 
διαρταμήσει σώματος μέγα ῥάκος,
 
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
 
κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται. 1025
← Önceki Eksodos · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme