Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Stasimon 5

[Episode]
εἰδότι τοί μοι τάσδʼ ἀγγελίας 1040
Προμηθεύς
ὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶς
 
ἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές.
 
πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲν
 
πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼ
 
ἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼ 1045
 
ἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένων
 
αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
 
κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
 
συγχώσειεν τῶν οὐρανίων
 
ἄστρων διόδους· εἴς τε κελαινὸν 1050
 
Τάρταρον ἄρδην ῥίψειε δέμας
 
τοὐμὸν ἀνάγκης στερραῖς δίναις·
 
πάντως ἐμέ γʼ οὐ θανατώσει.
Ἑρμῆς
τοιάδε μέντοι τῶν φρενοπλήκτων
 
βουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι. 1055
 
τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν
 
ἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν;
 
ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναις
 
συγκάμνουσαι ταῖς τοῦδε τόπων
 
μετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς, 1060
 
μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
 
βροντῆς μύκημʼ ἀτέραμνον.
Χορός
ἄλλο τι φώνει καὶ παραμυθοῦ μʼ
 
ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που
 
τοῦτό γε τλητὸν παρέσυρας ἔπος. 1065
 
πῶς με κελεύεις κακότητʼ ἀσκεῖν;
 
μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω·
 
τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
 
κοὐκ ἔστι νόσος
← Önceki bölüm Stasimon 5 · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme