Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Stasimon 3

[Choral 1]
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
 
τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ 590
 
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
 
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώ
πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;
 
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
 
τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ 595
 
ἔτυμα προσθροεῖς;
 
θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
 
μαραίνει με χρίουσα κέντροις, ἰώ,
 
φοιταλέοισιν ἓ ἕ·
 
σκιρτημάτων δὲ νήστισιν 600
 
αἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας 600
 
ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
 
δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
 
οἷʼ ἐγὼ μογοῦσιν;
 
ἀλλά μοι τορῶς
 
τέκμηρον ὅ τι μʼ ἐπαμμένει 605
 
παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,
 
δεῖξον, εἴπερ οἶσθα·
 
θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
← Önceki Stasimon 3 · 2 / 2 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme