Thesauros Literature Tragedy Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Stasimon 1

[Choral 1]
ὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού-
Χορός
σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
 
ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, 205
 
ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμα
 
πυριγενετᾶν χαλινῶν.
Ἐτεοκλής
τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν
 
πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
 
νεὼς καμούσης ποντίῳ πρὸς κύματι ; 210
Χορός
ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
 
χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
 
ὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·
 
δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
 
ἵνʼ ὑπερέχοιεν ἀλκάν. 215
Ἐτεοκλής
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
 
οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς
 
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
[Choral 2]
μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶν
Χορός
ἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼ 220
 
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ
 
ἁπτόμενον πυρὶ δαΐῳ.
Ἐτεοκλής
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
 
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
 
μήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος. 225
Χορός
ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα·
 
πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανον
 
κἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτων
 
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
Ἐτεοκλής
ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήρια 230
 
θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·
 
σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
← Önceki bölüm Stasimon 1 · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme