Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 5

[Episode]
λόγοισι τὸν θανόντʼ ἀνιστάναι πάλιν.—
Χορός
—ἦ καὶ βίον τείνοντες ὧδʼ ὑπείξομεν
 
δόμων καταισχυντῆρσι τοῖσδʼ ἡγουμένοις;—
 
—ἀλλʼ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ·
 
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.— 1365
 
—ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
 
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—
 
—σάφʼ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
 
τὸ γὰρ τοπάζειν τοῦ σάφʼ εἰδέναι δίχα.—
 
—ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, 1370
 
τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθʼ ὅπως.
Κλυταιμήστρα
πολλῶν πάροιθεν καιρίως εἰρημένων
 
τἀναντίʼ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
 
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
 
δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατʼ ἂν 1375
 
φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;
 
ἐμοὶ δʼ ἀγὼν ὅδʼ οὐκ ἀφρόντιστος πάλαι
 
νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·
 
ἕστηκα δʼ ἔνθʼ ἔπαισʼ ἐπʼ ἐξειργασμένοις.
 
οὕτω δʼ ἔπραξα, καὶ τάδʼ οὐκ ἀρνήσομαι· 1380
 
ὡς μήτε φεύγειν μήτʼ ἀμύνεσθαι μόρον,
 
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
 
περιστιχίζω, πλοῦτον εἵματος κακόν.
 
παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν
 
μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι 1385
 
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς
 
Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
 
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών·
 
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
 
βάλλει μʼ ἐρεμνῇ ψακάδι φοινίας δρόσου, 1390
← Önceki Stasimon 5 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme