Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Eksodos

Αἴγισθος
τρίτον γὰρ ὄντα μʼ ἐπὶ δυσαθλίῳ πατρὶ 1605
 
συνεξελαύνει τυτθὸν ὄντʼ ἐν σπαργάνοις·
 
τραφέντα δʼ αὖθις ἡ δίκη κατήγαγεν.
 
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
 
πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
 
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, 1610
 
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
Χορός
Αἴγισθʼ, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
 
σὺ δʼ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
 
μόνος δʼ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
 
οὔ φημʼ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα 1615
 
δημορριφεῖς, σάφʼ ἴσθι, λευσίμους ἀράς.
Αἴγισθος
σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
 
κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
 
γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
 
τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον. 1620
 
δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
 
δύαι διδάσκειν ἐξοχώταται φρενῶν
 
ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
 
πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.
Χορός
γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων 1625
 
οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα
 
ἀνδρὶ στρατηγῷ τόνδʼ ἐβούλευσας μόρον;
Αἴγισθος
καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
 
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
 
ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾷ, 1630
 
σὺ δʼ ἐξορίνας νηπίοις ὑλάγμασιν
 
ἄξῃ· κρατηθεὶς δʼ ἡμερώτερος φανῇ.
Χορός
ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
 
ὃς οὐκ, ἐπειδὴ τῷδʼ ἐβούλευσας μόρον,
← Önceki Eksodos · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme