Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Epeisodion 1

Χορός
ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
 
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
 
γυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου. 260
 
σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
 
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
 
κλύοιμʼ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
 
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. 265
 
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
 
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός
πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμήστρα
Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;
Χορός
χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη. 270
Κλυταιμήστρα
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός
τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα
ἔστιν· τί δʼ οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορός
πότερα δʼ ὀνείρων φάσματʼ εὐπιθῆ σέβεις;
Κλυταιμήστρα
οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός. 275
Χορός
ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα
παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας.
Χορός
ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμήστρα
τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω.
Χορός
καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος; 280
Κλυταιμήστρα
Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
 
φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς
 
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
 
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
 
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, 285
 
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
 
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
← Önceki bölüm Epeisodion 1 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme